Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.78 Joseph. AJ 15.83 (English) >>Joseph. AJ 15.88

15.81 δὲ Σαλώμη καὶ κατὰ τἀνδρὸς Ἰωσήπου λόγον εἶπεν τὸ ἐν διαβολῇ ποιοῦσα καὶ τῇ Μαριάμμῃ συγγενόμενον διατελεῖν. ἔλεγεν δὲ ταῦτα χαλεπῶς ἔχουσα πρὸς αὐτὴν ἐκ πλείονος, ὅτι κατὰ τὰς διαφορὰς φρονήματι χρωμένη μείζονι τὴν ἐκείνων ἐξωνείδιζεν δυσγένειαν. 15.82Ἡρώδης δὲ θερμῶς ἀεὶ καὶ ἐρωτικῶς πρὸς τὴν Μαριάμμην ἔχων εὐθὺς ἐξετετάρακτο καὶ τὴν ζηλοτυπίαν οὐκ ἔφερεν, ἐπικρατούμενος δʼ ἀεὶ τοῦ μὴ προπετές τι ποιῆσαι διὰ τὸν ἔρωτα, συντόνῳ τῷ πάθει καὶ τῷ ζήλῳ παρωξυμμένος ἰδίᾳ τὴν Μαριάμμην ἀνέκρινεν ὑπὲρ τῶν πρὸς τὸν Ἰώσηπον. 15.83ἀπομνυμένης δʼ ἐκείνης καὶ πάνθʼ ὅσα τῇ μηδὲν ἁμαρτούσῃ προσῆν εἰς ἀπολογίαν καταλογιζομένης, ἀνεπείθετο κατὰ μικρὸν βασιλεὺς καὶ μετέβαινεν ἐκ τῆς ὀργῆς ἡττώμενος τῆς περὶ τὴν γυναῖκα φιλοστοργίας, ὡς ἀπολογεῖσθαι περὶ ὧν ἔδοξεν ἀκούσας πεπιστευκέναι καὶ περὶ τῆς κοσμιότητος αὐτῇ πολλὴν ὁμολογεῖν χάριν. 15.84αὐτός τε ὅπως ἔχοι στοργῆς καὶ εὐνοίας πρὸς αὐτὴν ἀνωμολογεῖτο καὶ τέλος, ὡς ἐν τοῖς ἐρωτικοῖς φιλεῖ, προύπιπτον εἰς δάκρυα μετὰ πολλῆς σπουδῆς ἐμπεφυκότες ἀλλήλοις. 15.85ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσινοὐ φιλοῦντος, εἶπεν Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπʼ Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν”.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.78 Joseph. AJ 15.83 (English) >>Joseph. AJ 15.88

Powered by PhiloLogic